Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.70 Joseph. AJ 15.75 (English) >>Joseph. AJ 15.80

15.73διὰ γὰρ τοῦτο πρῶτον μέν, εἰ καί τις ἀπαντήσειεν ταραχὴ περὶ τὴν αὐλήν, ἐν ἀσφαλεστέρῳ διάξειν αὐτοὶ Ῥωμαίους εὐμενεῖς ἔχοντες· ἔπειτα καὶ τεύξεσθαι παντὸς ἠλπικέναι τὴν Μαριάμμην Ἀντωνίου θεασαμένου, διʼ οὗ καὶ τὴν ἀρχὴν ἀναλήψεσθαι καὶ μηδενὸς ὑστερήσειν ὧν εἰκὸς τοῖς ἐν εὐγενείᾳ βασιλικῇ γεγονόσιν. 15.74

Ἐπὶ τούτων δὲ τῶν λογισμῶν τετυχηκόσιν αὐτοῖς γράμματα παρʼ Ἡρώδου περὶ τῶν ὅλων ἀφίκετο τῆς φήμης ἐναντία καὶ τῶν προλαληθέντων. 15.75ἐπειδὴ γὰρ ἐγένετο παρʼ Ἀντωνίῳ, ταχὺ μὲν αὐτὸν ἀνεκτήσατο τοῖς δώροις φέρων ἧκεν ἐκ τῶν Ἱεροσολύμων, ταχὺ δὲ ταῖς ὁμιλίαις παρεστήσατο χαλεπῶς ἔχειν εἰς αὐτόν, οἵ τε τῆς Κλεοπάτρας λόγοι πρὸς τὴν ἐξ ἐκείνου θεραπείαν ἧττον ἠδυνήθησαν· 15.76οὐ γὰρ ἔφη καλῶς ἔχειν Ἀντώνιος βασιλέα περὶ τῶν κατὰ τὴν ἀρχὴν γεγενημένων εὐθύνας ἀπαιτεῖν· οὕτως γὰρ ἂν οὐδὲ βασιλεὺς εἴη· δόντας δὲ τὴν τιμὴν καὶ τῆς ἐξουσίας καταξιώσαντας ἐᾶν αὐτῇ χρῆσθαι. τὸ δʼ αὐτὸ καὶ τῇ Κλεοπάτρᾳ μὴ πολυπραγμονεῖσθαι τὰ περὶ τὰς ἀρχὰς συμφέρειν. 15.77ὑπὲρ τούτων Ἡρώδης ἔγραφεν καὶ τὰς ἄλλας διεξῄει τιμάς, ἃς ἔχοι παρʼ Ἀντωνίῳ συνθακῶν ἐν ταῖς διαγνώσεσιν καὶ συνεστιώμενος ἐφʼ ἑκάστης ἡμέρας, καὶ τούτων ὅπως τυγχάνοι χαλεπῆς εἰς τὰς διαβολὰς αὐτῷ τῆς Κλεοπάτρας οὔσης· πόθῳ γὰρ τῆς χώρας ἐξαιτουμένη τὴν βασιλείαν αὐτῇ προσγενέσθαι πάντα τρόπον ἐκποδὼν αὐτὸν ἐσπουδάκει ποιεῖσθαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.70 Joseph. AJ 15.75 (English) >>Joseph. AJ 15.80

Powered by PhiloLogic